“Για πολλές ημέρες γινόμαστε μέτοχοι του κινδύνου και του πόνου των αδελφών μας, που δίνουν τη μάχη τους εναντίον της φωτιάς. Πολλοί είναι άνθρωποι της Μητροπόλεώς μας” αναφέρει σε επίκαιρη ανακοίνωση της, η Ιερά Μητρόπολη Ιλίου. Ο Σεβασμιώτατος Μητροπολίτης κ. Αθηναγόρας παρακαλεί και προτρέπει όλους τους ιερείς της Μητροπόλεως Ιλίου, Αχαρνών και Πετρουπόλεως να αναπέμψουν δέηση πριν την απόλυση των Παρακλήσεων της 6, 8 και 9 Αυγούστου και της Θείας Λειτουργίας της Κυριακής 8 Αυγούστου, επισημαίνοντάς στον λαό να συνευχηθεί κι αυτός μαζί.
Η ευχή που θα αναγνωστεί είναι:
Εὐχὴ ἐπὶ συμφορᾷ λαοῦ
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
(με επίκαιρες τροποποιήσεις, οι οποίες σημειώνονται με πλάγια γραφή)
Ὑπεράγαθε Κύριε, δημιουργὲ τοῦ παντός, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἀνείκαστος· ὁ τὰς ἀνομίας ἡμῶν πάσας ἀράμενος καὶ τῷ σταυρῷ προσηλώσας ἵνα καθαγιάσῃς ἡμᾶς· θαρροῦντες προσπίπτομεν ἱκετικῶς, ἀνεξίκακε Κύριε, καὶ τῆς σῆς ἀφάτου καὶ ἀμετρήτου φιλανθρωπίας τὸ πέλαγος ὑποσκοποῦντες, κράζομεν πρὸς σὲ τὸν εὐδιάλλακτον Κύριον· Σῶσον ἡμᾶς ἐκ τοῦ πυρός. Οὐ φαρισαϊκῶς τὰς ᾠδὰς ἡμῶν καὶ ὑμνῳδίας ἀναφέρομεν, ἀλλὰ τελωνικῶς. Οὐδὲ κατὰ τὸν ἀγνώμονα ἐκεῖνον λῃστήν, ἀλλὰ κατ᾽ αὐτὸν τὸν εὐγνώμονα καὶ εὐχάριστον βοῶμεν τό· Μνήσθητι.
Διὰ τοῦτο νικησάτω τὸ ἀνεξερεύνητον ἔλεος τὰς ἀνομίας ἡμῶν, εἰ καὶ μὴ προσηκόντως μετανοοῦμεν καὶ ἐπιστρέφομεν· δεῖξον καὶ ἐν ἡμῖν τῆς φιλανθρωπίας σου τὸ μέγεθος· σπλαγχνίσθητι καὶ διαλλάγηθι ὡς μακρόθυμος ἐπὶ τῷ λαῷ σου· στῆσον τὸ δρέπανον τοῦ θανάτου, ὥστε μὴ καθ᾽ ἡμῶν προβῆναι· στῆσον τὴν ταχεῖαν καὶ ἄωρον τούτου τομήν· στῆσον τῆς πυρίνης λαίλαπος τὴν ἀδηφάγον ταύτην φθοράν· στῆσον τὴν ῥομφαίαν τὴν καθ᾽ ἡμῶν διεγειρομένην, ἵνα μὴ ἀπολώμεθα· σοὶ γὰρ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ σοὶ μόνῳ προσπίπτομεν.
Ναί, Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν· πάριδε τὰ πλημμελήματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, ἵνα δοξασθῇ ἐν ἡμῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.