13/06/2021 13/06/2021 Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (γ΄) Δόξα… καὶ νῦν… Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε,...
13 Ιουνίου, 2021 - 18:37

Ακολουθία του Ιερού Ευχελαίου

Διαδώστε:
Ακολουθία του Ιερού Ευχελαίου

Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (γ΄)
Δόξα… καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡµῶν.
Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς
ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… καὶ νῦν…
Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήμερον, καὶ ἄφες ἡµῖν τὰ
ὀφειλήματα ἡµῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ
εἰσενέγκῃς ἡµᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός,
καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Κύριε ἐλέησον. (ιβ΄)
Δόξα… καὶ νῦν…
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡµῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡµῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ
Θεῷ ἡµῶν.

Ψαλμός 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ µὴ εἰσέλθῃς εἰς
κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν
μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐµὲ
τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου
ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς
λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν
μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν
με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ
ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ
ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς
θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθα Σου,
ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ΄)

ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν
συμπαρόντων καὶ συμπροσευχομένων πατέρων καὶ ἀδελφῶν ἡµῶν καὶ
ὑπὲρ τοῦ ἐλθεῖν ἐπ’ αὐτοὺς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος.

ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ΄)

ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Κύριε, µὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Ἐλέησον ἡµᾶς, Κύριε, ἐλέησον ἡµᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες,
ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον
ἡµᾶς.
Δόξα…
Κύριε, ἐλέησον ἡµᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, µὴ ὀργισθῇς ἡµῖν σφόδρα,
μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡµῶν, ἀλλ’ ἐπιβλέψον καὶ νῦν, ὡς
εὔσπλαγχνος, καὶ λύτρωσαι ἡµᾶς ἐκ τῶν ἐχθρῶν ἡµῶν· σὺ γὰρ εἶ Θεὸς
ἡµῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου
ἐπικεκλήμεθα.
Καὶ νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡµῖν, εὐλογημένη Θεοτόκε,
ἐλπίζοντες εἰς σέ, µὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν
περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ν’ Ψαλμὸς

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς
ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου
ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ
ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν
τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν
ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν
μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν
ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ
ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον µὴ
ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ
πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ
ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς
σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ
χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ
Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων,
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.

Ο ΚΑΝΩΝ

ᾨδὴ α΄ Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἐλαίῳ τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ ἱλαρύνων ἀεί, ψυχὰς ὁμοῦ καὶ
σώματα βροτῶν, καὶ φρουρῶν ἐν Ἐλαίῳ πιστούς· Αὐτὸς καὶ νῦν
οἰκτείρησον, τοὺς δι’ Ἐλαίου προσιόντας Σοι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ὑπάρχει σου τοῦ ἐλέους Δέσποτα, πλήρης ἡ σύμπασα γῆ· ὅθεν Ἐλαίῳ
θείῳ μυστικῶς, οἱ χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν σου ἔλεον, πιστῶς
αἰτοῦμέν Σε δοθῆναι ἡµῖν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Χρισμόν Σου τὸν ἱερὸν Φιλάνθρωπε, ὁ Ἀποστόλοις τοῖς Σοῖς, ἐπ’
ἀσθενοῦσι δούλοις σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς δι’ αὐτῶν
ἐντεύξεσι, πάντας σφραγῖδί Σου ἐλέησον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ μόνη, τὸ τῆς εἰρήνης πέλαγος, Ἁγνὴ πλουτήσασα, ταῖς πρὸς Θεὸν
πρεσβείαις σου ἀεί, νοσημάτων καὶ θλίψεων, τοὺς σοὺς οἰκέτας λύτρωσαι,
ὅπως ἀπαύστως μεγαλύνωσί σε.

ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Σὺ μόνος ὢν θαυμαστός, καὶ ἐν ἀνθρώποις τοῖς πιστοῖς ἵλεως, τοῖς
ἀσθενοῦσι δεινῶς, δὸς Χριστὲ τὴν Χάριν Σου ἄνωθεν.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν κατακλυσμοῦ Θείᾳ Σου, δείξας ῥοπῇ
Κύριε, σῶσον ἐν ἐλέει τοὺς κάμνοντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει Σου Χριστὲ φαίδρυνον, τοὺς ἐν τῇ χρίσει
καὶ νῦν, πίστει τοῦ ἐλέους Σου σπεύδοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν
κάκωσιν, λῦσον τοὺς νοσοῦντας πρεσβείαις σου.

Κάθισμα

΄Ἠχὸς πλ. δ΄. Αὐλῶν ποιμενικῶν.
Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς,
συμπαθείας Οἰκτίρμον, δεῖξον τοῦ Σοῦ ἐλέους τὰ θεῖα ῥεῖθρα, καὶ πάντας
ἴασαι· βλῦσον τάς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας·
Σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν Χάριν ἐξαιτούμεθα.
Ἕτερον

΄Ἠχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ ἰατρὸς καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ Λυτρωτής τε καὶ Σωτὴρ τῶν ἐν
νόσοις, Αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν ἴασιν, τοῖς
νοσοῦσί σου δούλοις, οἴκτειρον ἐλέησον, τοὺς πολλὰ ἐπταικότας, καὶ τῶν
σφαλμάτων λύτρωσαι Χριστέ, ὅπως δοξάζωσι τὴν Θείαν σου δύναμιν.

ᾨδὴ δ’ Ἐπαρθέντα σε ἰδοῦσα.

Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἀδιάφθορον ὡς μύρον Σωτὴρ ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι, καὶ κόσμον
καθαῖρον, οἴκτειρον, ἐλέησον τοὺς τῇ θείᾳ πίστει Σου, µώλωπας σαρκὸς
ἐπαλείφοντας.
Δέσπότα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἱλαρότητι σφραγῖδος τοῦ Σου ἐλέους, νῦν τάς αἰσθήσεις Δέσποτα,
σφραγίσας Σοῖς δούλοις, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον,
πάσαις ἐναντίαις δυνάμεσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους Σου,
καὶ τούτων ἐντεύξει, καὶ χρίσει Ἐλαίου Σου, Φιλάνθρωπε σῴζεσθαι,
σῶσον Σῷ ἐλέει τοὺς κάμνοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτόκε ἀειπάρθενε Παναγία, σκέπη στερρὰ καὶ φύλαξ μου, λιμήν τε καὶ
τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον οἴκτειρον· πρὸς σὲ γὰρ καὶ μόνην
κατεφύγομεν.
ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ὑπάρχων Ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον Ἐλεῆμον, σοῦ τῷ θείῳ
Ἐλαίῳ, τοὺς κάμνοντας ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ψυχὰς ἡµῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός Σου θείῳ τύπῳ,
ἁγιάσας ἀφράστως, χειρί Σου πάντας ἴασαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀφάτῳ σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τάς τοῦ μύρου, διὰ
πόρνης ἀλείψεις, οἰκτείρησον τοὺς δούλους Σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανύμνητε ἁγνή, ὑπεραγαθέ, Δέσποινα, ἐλέησον τούς τῷ θείῳ
χριομένους Ἐλαίῳ, καὶ σῶσον τοὺς οἰκέτας Σου.
ᾨδή στ’. Θύσω σοι, μετὰ φωνῇς.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Λόγοις Σου, ὁ δι’ Ἐλαίου δείξας Φιλάνθρωπε, ἐν Βασιλεῦσι τὴν χρῖσιν, καὶ
Ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ Σου, καὶ τοὺς πάσχοντας σῶσον
ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Μέθεξις, µὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τῶν ἐπ’ ἀλείψει ἐνθέῳ, τάς
αἰσθήσεις Σῶτερ, σημειουμένων, ἀλλ’ ἐν σκέπῃ περιτείχισον τούτους τῆς
δόξης Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὄρεξον, χεῖρα τὴν Σὴν ἐξ ὕψους Φιλάνθρωπε, καὶ σοῦ τὸ Ἔλαιον Σῶτερ,
ἁγιάσας δίδου τοῖς Σοῖς οἰκέταις, εἰς ὑγείαν, καὶ νοσημάτων πάντων
ἐκλύτρωσιν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
Πέφηνας, ἐν τῷ Θείῳ σου Τόκῳ κατακαρπός, Μήτηρ τοῦ Κτίστου ἐλαία,
δι’ ἧς πλήρης ὤφθη κόσμος ἐλέους· ὅθεν σῷζε, πρεσβειῶν ἐπαφῇ σου
τοὺς κάμνοντας.

ΚΟΝΤΑΚΙΟΝ
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἐλέους πηγή, ὑπάρχων Ὑπεραγαθέ, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ
σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ
τάς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν Θείαν Χάριν ἄνωθεν.
ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Σὺ ἐν ἐλέει καὶ οἰκτιρμοῖς Σου, Σῶτερ μόνος Θεός, πάντων ἰατρεύων πάθη
τε τῶν ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, Αὐτὸς θεράπευσον, καὶ τοὺς
ἐν νόσοις πάσχοντας Εὔσπλαγχνε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἐν τῷ λιπαίνειν Ἐλαίου χρίσει, πάντων τάς κεφαλάς, δίδου εὐφροσύνης
τούτῳ τὴν χαρμονήν, τοῖς τὸν ἔλεον ζητοῦσί Σου, τῆς ἐκλυτρώσεως τῷ
πλουσίῳ ἐλέει Σου Κύριε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ξίφος ὑπάρχει κατὰ δαιμόνων, Σῶτέρ Σου ἡ σφραγίς· πῦρ τε ἀναλίσκον
πάθη τὰ τῶν ψυχῶν, Ἱερέων ταῖς ἐντεύξεσιν· ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι
πίστει ὑμνοῦμέν Σε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σὺ τὸν κρατοῦντα ἐν δρακὶ πάντα, Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα
θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τῶν καμνόντων,
ἐξιλέωσαι τούτους δεόμεθα.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα σου καὶ Θεῖον ἔλεος· τούτου τὸν
τύπον γὰρ Δεσπότα, μυστικῶς ὑπαινιττόμενοι, τὴν δι’ Ἐλαίου ἱεροῦ χρῖσιν
προσάγομεν, τοῖς νοσοῦσιν· οὕς περ δυνάμει, τῇ Σὴ πάντας ἴασαι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ῥείθροις τοῦ ἐλέους Σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν Ἱερέων Σου, πλῦνον
ὡς εὔσπλαγχνος Κύριε, τάς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν
ἐπιφοράς, τῶν ἐν ἀνάγκαις παθὼν τρυχομένων, ὅπως καθάρσει τῇ Σῇ,
τύχωσι ῥώσεως.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος Ἔλαιον, θεῖον ἡµῖν τοῖς
διαγράφουσι Δέσποτα, µὴ μακρύνῃς Σου τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς
πιστῶς ἀεὶ κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔνδοξον ὡς στέφανον Ἁγνή, ἡ φύσις εἴληφε τὸν Θεῖον τόκον σου, ἐχθρῶν
ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς· διὸ χαρίτων σου
φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα.
ᾨδὴ θ’. Λίθος ἀχειρότμητος ὅρους.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Νεῦσον οὐρανόθεν Οἰκτίρμον, δεῖξόν σου τὸ ἔλεος πᾶσι· δὸς νῦν τὴν
ἀντίληψιν τὴν Σήν, καὶ τὴν ἰσχύν Σου τοῖς προσιοῦσί Σοι, διὰ τοῦ θείου
χρίσματος, τῶν Ἱερέων Σου φιλάνθρωπε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἴδωμεν πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τὸ θεῖον Ἔλαιον, ῥοπῇ σου
ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας,
λουτροῦ τοῦ θείου τοῖς μετέχουσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν
τοῦ πονηροῦ, τοὺς Σοὺς οἰκέτας ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος,
χάριτι θείᾳ ἐξιώμενος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὕμνους καὶ δεήσεις Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι
χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις σου, τοὺς δι’ ἡµῶν
Πανάχραντε, τῇ θείᾳ σκέπῃ σου προστρέχοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ΔΙΑΚΟΝΟΣ: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡµῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν,
Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ: Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
Ἐπεσκέψατο ἡμάς.
Ἐν ἐλέῳ Ἀγαθέ, ἐπίβλεψον Σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡµῶν τῶν
συνελθόντων ἐν τῷ Ναῷ Σου, τῷ ἁγίῳ σήμερον, χρῖσαι θείῳ Ἐλαίῳ,
νοσοῦντας τοὺς δούλους Σου.
ΑΙΝΟΙ : Ἦχος δ΄
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν,
αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις
αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἦχος δ΄ Ἔδωκας σημείωσιν.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὔτη ἔσται πᾶσι τοῖς ὁσίοις
αὐτοῦ.
Ἔδωκας τὴν χάριν Σου, διὰ τῶν Σῶν εὐδιάλλακτε, Ἀποστόλων
Φιλάνθρωπε, Ἐλαίῳ Ἁγίῳ Σου, θεραπεύειν πάντων, πληγάς τε καὶ
νόσους· διὸ Ἐλαίῳ Σου πιστῶς, τοὺς προσιόντας καὶ νῦν ὡς
εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς
τῆς ἀφθάρτου Σου, καταξίωσον Κύριε.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς
δυνάμεως αὐτοῦ.
Βλέψον Ἀκατάληπτε ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρὶ ἀοράτῳ σου
σφραγίσας Φιλάνθρωπε, τάς ἡµῶν αἰσθήσεις. Ἐλαίῳ Σου θείῳ, τοὺς
προσδραμόντας Σοι πιστῶς, καὶ ἐξαιτοῦντας πταισμάτων ἄφεσιν· καὶ
δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζωσί
Σε, μεγαλύνοντες τὸ κράτος Σου.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
Χρίσει τοῦ ἐλέους Σου, καὶ Ἱερέων φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας Σου,
ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, καθαρὸν
ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι· τοὺς πόνους
παραμύθησαι, τάς περιστάσεις ἐκδίωξον, καὶ τάς θλίψεις ἀφάνισον, ὡς
οἰκτίρμων καὶ εὔσπλαγχνος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Σὲ τὸ καθαρώτατον, τοῦ βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε· τὸν
νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον
τερπνὸν τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν Σου, καὶ
τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης Σου.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡµᾶς. (γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡµῶν.
Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς
ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήμερον, καὶ ἄφες ἡµῖν τὰ
ὀφειλήματα ἡµῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ
εἰσενέγκῃς ἡµᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός,
καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Τροπάριον, Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον
ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις Σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν
ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν Σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις
τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
ΙΕΡΕΥΣ: Εὐλογημένη ἡ Βασιλεῖα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡµῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ
Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου
Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡµῶν [δεῖνος], τοῦ τιμίου
πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ
Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ Ἁγίου
Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸ Ἔλαιον τοῦτο, τῇ ἐπιφοιτήσει, καὶ δυνάμει, καὶ
ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, τῶν προσελθόντων εἰς τὸ Ἅγιον τοῦτο
Μυστήριον, καὶ τῆς ἐν Θεῶ ἐπισκέψεως αὐτῶν, καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπ’
αὐτοὺς τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡµᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡµῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν,
Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ Κύριε.
ΙΕΡΕΥΣ: Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Εἶτα ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν τοῦ Ἐλαίου ἀπέναντι τῆς κανδήλας.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ ΤΟΥ ΕΛΑΙΟΥ
ΙΕΡΕΥΣ: Κύριε, ὁ ἐν τῷ ἐλέει, καὶ τοῖς οἰκτιρμοῖς Σου ἰώμενος τὰ
συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡµῶν· Αὐτός, Δέσποτα,
ἁγίασον καὶ τὸ Ἔλαιον τοῦτο, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ, εἰς
θεραπείαν καὶ ἀπαλλαγὴν παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ
σαρκὸς καὶ πνεύματος, καὶ παντὸς κακοῦ· ἵνα καὶ ἐν τούτῳ δοξασθῇ σου
τὸ πανάγιον ὄνομα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν ὅσῳ δὲ λέγεται ἡ Εὐχὴ παρὰ τοῦ Ἱερέως, ψάλλονται τὰ κάτωθι
Τροπάρια.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. ΤΟ ΑΚΟΥΤΕ
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον
ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις Σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν
ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν Σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις
τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Ἦχος δ’ Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ
Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ τῶν ἐν σκότει, τὸ φῶς
τὸ ὑπέρλαμπρον.
Ἦχος γ’ Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι,
δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν
Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα,
Χριστέ, τῷ κράτει σου.
Ήχος πλ. δ’.
Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον· ὡς Μάρτυς ἔχεις
τὸ ἀπαράτρεπτον· τὴν παρρησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς
Ἱεράρχης. Ἱκέτευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἠμών.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ του Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡµᾶς ἐπ’
ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν
Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν
Μυστηρίων των πνευματικῶν· ὄθεν σε πάντες τιμῶμεν Ἀπόστολε.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ
Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας
τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ
τῆς χάριτος.
Ἦχος γ’. Θείας πίστεως.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπερμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ
ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου κάθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ
θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν
τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡµῖν τὸ μέγα ἔλεος.
Ἦχος γ’.
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡµῶν.
Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἡµῶν,
δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡµῖν.
Ἦχος β’.
Τὰ μεγαλεῖά σου Παρθένε, τίς διηγήσεται; Βρύεις γὰρ θαύματα, καὶ
πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡµῶν, ὡς Θεολόγος καὶ
φίλος Χριστοῦ.
Ἦχος β’ Τὰ ἄνω ζητῶν
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου
καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ
κινδύνων λύτρωσαι ἡµᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ΑΠΟΣΤΟΛΟΣ Α’
ΑΝΑΓΝΩΣΤΗΣ: Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡµᾶς.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.
ΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ: Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα. (Κεφ. 5:
10-16)
ΔΙΑΚΟΝΟΣ: Πρὀσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀδελφοί, ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς
κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ
ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ
ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολυέσπλαγχνός ἐστιν ὁ Κύριος
καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, µὴ ὀμνύετε μήτε τὸν οὐρανὸν
μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑµῶν τὸ ναὶ ναί, καὶ τὸ οὔ. οὔ,
ἵνα µὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑµῖν; προσευχέσθω·
εὐθυμεῖ τις; ψαλλέτω· ἀσθενεῖ τις ἐν ὑµῖν; προσκαλεσάσθω τοὺς
πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες
αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν
κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς,
ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε
ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
ΙΕΡΕΥΣ: Εἰρήνη σοι.
ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ πνεύματί σου
ΧΟΡΟΣ: Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Α΄
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι Κύριε.
ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Λουκάν Κεφ.10:25-37
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αὐτόν, καὶ
λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε
πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς
εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ
ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας
σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης·
τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτόν, εἶπε πρὸς τὸν Ἰησοῦν·
Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις
κατέβαινεν ἀπὸ Ἱερουσαλὴµ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ
ἐκδύσαντες αὐτόν, καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ
τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ
ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν
τόπον, ἐλθὼν καὶ ἰδών, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὀδεύων ἦλθε κατ’
αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη. Καὶ προσελθὼν κατέδησε τὰ
τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ
ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ
τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν
αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ
ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ
σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ
ἔλεος μετ’ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ
τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον

ΕΥΧΗ Α’

ΙΕΡΕΥΣ: Ἄναρχε, ἀδιάδοχε, Ἅγιε ἁγίων, ὁ τὸν Μονογενῆ σου Υἱὸν
ἐξαποστείλας, ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ
τῶν σωμάτων ἡµῶν, κατάπεμψον τὸ Ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ
Ἔλαιον τοῦτο· καὶ ποίησον αὐτὸ χριομένοις τοῖς Σοῖς δούλοις, εἰς τελείαν
ἀπολύτρωσιν τῶν ἁμαρτιῶν αὐτῶν, εἰς Βασιλείας Οὐρανῶν κληρονομίαν.
*Σὺ γὰρ εἶ ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην Σου
καὶ τὸ ἔλεός Σου τοῖς ἀγαπῶσί Σε· ὁ διδοὺς λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ
ἁγίου σου παιδὸς Ἰησοῦ Χριστοῦ· ὁ ἀναγεννήσας ἡµᾶς ἀπὸ τῆς ἁμαρτίας·
ὁ φωτίζων τοὺς τυφλοὺς καὶ ἀνορθῶν τοὺς κατερραγμένους· ὁ ἀγαπῶν
τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν· ὁ ἀνακαινίσας ἡµᾶς ἐκ
σκότους καὶ σκιᾶς θανάτου, λέγων τοῖς ἐν δεσμοῖς «Ἐξέλθετε» καὶ τοῖς ἐν
τῷ σκότει «Ἀνακαλύπτεσθε». Ἔλαμψε γὰρ ἐν ταῖς καρδίαις ἡµῶν τὸ φῶς
τῆς ἐπιγνώσεως τοῦ Μονογενοῦς σου Υἱοῦ, ἀφ’ οὗ δι’ ἡµᾶς ἐπὶ τῆς γῆς
ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ τοῖς δεξαμένοις Αὐτὸν
ἔδωκεν ἐξουσίαν τέκνα Σοῦ τοῦ Θεοῦ γενέσθαι, διὰ λουτροῦ
παλιγγενεσίας τὴν υἱοθεσίαν ἡµῖν χαρισάμενος, ἀμετόχους ἡµᾶς ἐποίησεν
ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου· ἐπεὶ οὐκ εὐδόκησεν ἐν αἵματι
καθαρίζεσθαι, ἀλλ’ ἐν ἐλαίῳ ἁγίῳ ἔδωκε τὸν τύπον τοῦ Σταυροῦ Αὐτοῦ,
εἰς τὸ γενέσθαι ἡµᾶς Χριστοῦ ποίμνιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον,
καθαρίσας ἡµᾶς ἐν ὕδατι, καὶ ἁγιάσας ἐν τῷ Ἁγίῳ Πνεύματι· Αὐτός,
Δέσποτα Κύριε, δὸς Χάριν εἰς τὴν διακονίαν Σου ταύτην, ὡς ἔδωκας
Μωσεῖ τῷ θεράποντί Σου, καὶ Σαμουὴλ τῷ ἠγαπημένῳ Σου, καὶ Ἰωάννῃ
τῷ ἐκλεκτῷ Σου, καὶ πᾶσι τοῖς καθ’ ἑκάστην γενεὰν εὐαρεστήσασί Σοι·
οὕτω ποίησον καὶ ἡµᾶς γενέσθαι διακόνους τῆς Καινῆς τοῦ Υἱοῦ Σου
Διαθήκης ἐπὶ τὸ ἔλαιον τοῦτο, ἣν περιεποιήσω τῷ τιμίῳ Αὐτοῦ Αἵματι· ἵνα,
ἀποδυσάμενοι τάς κοσμικὰς ἐπιθυμίας, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ
ζήσωμεν τῇ δικαιοσύνῃ, ἐνδυσάμενοι τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστόν,
διὰ τῆς χρίσεως τοῦ ἁγιασμοῦ τοῦ μέλλοντος Ἐλαίου ἐπάγεσθαι. Γένοιτο,
Κύριε, τὸ Ἔλαιον τοῦτο, ἔλαιον ἀγαλλιάσεως, ἔλαιον ἁγιασμοῦ, ἔνδυμα
βασιλικόν, θώραξ δυνάμεως, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον,
σφραγὶς ἀνεπιβούλευτος, ἀγαλλίαμα καρδίας, εὐφροσύνη αἰώνιος· ἵνα καὶ
ἐν τούτῳ οἱ χριόμενοι, τῷ τῆς ἀναγεννήσεως ἐλαίῳ, φοβεροὶ ὦσι τοῖς
ὑπεναντίοις καὶ λάμψωσιν ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων Σου, µὴ ἔχοντες
σπίλον, ἢ ῥυτίδα, καὶ εἰσδεχθῶσιν εἰς τάς αἰωνίους σου ἀναπαύσεις, καὶ
δέξωνται τὸ βραβείων τῆς ἄνω κλήσεως. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν
ἡµᾶς, ὁ Θεὸς ἡµῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ
Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
* Ἰστέον, ὅτι τινὲς τὴν Εὐχὴν ταύτην ἕως ὧδε μόνον λέγουσι, μετὰ τῆς
ἐκφωνήσεως: Σὸν γάρ ἐστι τὸ ἐλεεῖν…, τινὲς δὲ ἕως τέλους.
Καὶ μετὰ τὴν Εὐχὴν, λαμβάνει ὁ ἱερεὺς ἐκ τοῦ Ἁγίου Ἐλαίου καὶ χρίει τὸν
ποιοῦντα τὸ Εὐχέλαιον, λέγων τὴν Εὐχὴν ταύτην.

Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ
σου Υἱόν, τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ
θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τόνδε), ἐκ τῆς
περιεχούσης αὐτὸν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον
αὐτόν, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· πρεσβείαις τῆς Ὑπεραγίας,
Δεσποίνης ἡµῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου
καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων
ἀσωμάτων· τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου, προδρόμου και βαπτιστοῦ
Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων
ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατερων
ἡµῶν· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου
καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους,
Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· τῶν ἁγίων καὶ δικαίων
θεοπατόρων Ἰωακεὶµ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων. Ἀμήν. Ὅτι σὺ εἶ ἡ
πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡµῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αὕτη ἡ εὐχὴ λέγεται μυστικῶς παρ’ ἑνὸς ἑκάστου τῶν Ἱερέων, μετὰ τὸ
εἰπεῖν τὸ Εὐαγγέλιον καὶ τὴν Εὐχήν, χριόντων ἅμα τῷ ἐλαίῳ τὸν
νοσοῦντα.
ΑΠΟΣΤΟΛΟΣ Β’

ΑΝΑΓΝΩΣΤΗΣ: Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. Παιδεύων
ἐπαίδευσέ με ὁ Κύριος.

ΔΙΑΚΟΝΟΣ: Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ.
15: 1-7)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν
ἀδυνάτων βαστάζειν, καὶ µὴ ἑαυτοῖς ἀρέσκειν.΄Ἕκαστος γὰρ ἡµῶν τῷ
πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ
ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε
ἐπέπεσον ἐπ’ ἐμέ. ΄Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν
προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν
ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑµῖν
τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ
στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ.
Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑµᾶς
εἰς δόξαν Θεοῦ.

ΙΕΡΕΥΣ: Εἰρήνη σοι.

ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ πνεύματί σου

ΧΟΡΟΣ: Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

ΕΥΑΓΓΕΛΙΟΝ Β΄
ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Λουκᾶ Κεφ. 19: 1-10
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχώ. Καὶ ἰδού, ἀνὴρ ὀνόματι
καλούμενος Ζακχαῖος· καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος,
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ
ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα
ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον,
ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας
κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη,
καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον, λέγοντες·
ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος, εἶπε
πρὸς τὸν Ἰησοῦν· Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου Κύριε, δίδωμι τοῖς
πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ
πρὸς αὐτὸν ὁ Ἰησοῦς· ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι
καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ
σῶσαι τὸ ἀπολωλός.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ
τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον
ΕΥΧΗ Β’
ΙΕΡΕΥΣ: Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ ὑπὸ πάσης κτίσεως
προσκυνούμενος, ἡ τῆς σοφίας πηγή, ἡ τῆς ἀγαθότητος ὄντως
ἀνεξιχνίαστος ἄβυσσος, καὶ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος·
Αὐτός, φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιωνίων καὶ θαυμασίων Θεός, ὃν
οὐδεὶς ἀνθρώπων, ἐννοῶν, ἰσχύει καταλαβέσθαι, ἐπίβλεψον, εἰσάκουσον
ἡµῶν τῶν ἀναξίων δούλων Σου· καὶ ὅπου ἐπὶ τῷ ὀνόματί Σου τῷ μεγάλῳ,
τὸ Ἔλαιον τοῦτο προσάγομεν, κατάπεμψον τῆς Σῆς δωρεᾶς τὰ ἰάματα καὶ
ἄφεσιν ἁμαρτιῶν, καὶ ἴασαι αὐτοὺς ἐν τῷ πλήθει τοῦ ἐλέους Σου. Ναί,
Κύριε εὐδιάλλακτε, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μετανοῶν ἐπὶ
ταῖς κακίαις ἡµῶν, ὁ εἰδὼς ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ
πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὁ µὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς
τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν
ἐνανθρωπήσας, Θεὸς ὤν, καὶ πλασθεὶς διὰ τὸ πλάσμα σου· σὺ εἶ ὁ εἰπών·
«Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»· σὺ εἶ ὁ
τὸ πρόβατον ζητήσας τὸ ἀπολωλός· σὺ εἶ ὁ τὴν ἀπολομένην δραχμὴν
ἐπιμελῶς ζητήσας καὶ εὑρών· σὺ εἶ ὁ εἰπών, ὅτι· «Τὸν ἐρχόμενον πρός με
οὐ µὴ ἐκβάλω ἔξω»· σὺ εἶ ὁ τὴν Πόρνην, τοὺς τιμίους σου πόδας δάκρυσι
βρέξασαν, µὴ βδελυξάμενος· σὺ εἶ ὁ εἰπών· «Ὁσάκις ἂν πέσῃς, ἔγειραι καὶ
σωθήσῃ»· σὺ εἶ ὁ εἰπών, ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ
μετανοοῦντι»· Αὐτὸς ἔπιδε, εὔσπλαγχνε Δέσποτα, ἐξ ὕψους ἁγίου σου,
συνεπισκιάσας ἡµῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις Σου, ἐν χάριτι
τοῦ Ἁγίου Πνεύματος ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατασκήνωσον ἐπὶ τοὺς
δούλους σου τούτους, τοὺς ἐπεγνωκότας τὰ ἴδια πλημμελήματα καὶ
προσιόντας Σοι πίστει· καὶ προσδεξάμενοι τῇ ἰδίᾳ σου φιλανθρωπίᾳ, εἴ τι
ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν, συγχωρήσας, ἐξάλειψον
καὶ κάθαρον αὐτοὺς ἀπὸ πάσης ἁμαρτίας καί, ἀεὶ συμπαρὼν αὐτοῖς,
διαφύλαξον τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν, πορευομένους ἐν
τοῖς δικαιώμασί Σου, πρὸς τὸ μηκέτι ἐπίχαρμα γενέσθαι αὐτοὺς τῷ
διαβόλῳ· ἵνα καὶ ἐπ’ αὐτοῖς δοξασθῇ τὸ πανάγιον Ὄνομά Σου. Χάριτι καὶ
οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς
εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ Γ’
ΑΝΑΓΝΩΣΤΗΣ:. Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου
ΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Κεφ. 12: 27-31, 13: 1-8
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀδελφοί, ὑμεῖς ἔστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
Καὶ οὓς µὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον
προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων,
ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; µὴ
πάντες προφῆται; µὴ πάντες διδάσκαλοι; µὴ πάντες δυνάμεις; µὴ πάντες
χαρίσματα ἔχουσιν ἰαμάτων; µὴ πάντες γλώσσαις λαλοῦσι; µὴ πάντες
διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ’
ὑπερβολὴν ὁδὸν ὑµῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ
καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ µὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον
ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν
τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην
δὲ µὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν
παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ µὴ ἔχω, οὐδὲν
ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ
ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς,
οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει
δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα
ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
ΙΕΡΕΥΣ: Εἰρήνη σοι.
ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ πνεύματί σου
ΧΟΡΟΣ: Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Γ΄
ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Ματθαῖον Κεφ. 10: 1, 5-8
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς
αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν
αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους
ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν µὴ
ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν µὴ εἰσέλθητε· πορεύεσθε δὲ µᾶλλον
πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ
κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεῖα τῶν οὐρανῶν. Ἀσθενοῦντας
θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε·
δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ΄)
ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ
τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ΄)
ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον

Διαβάστε το υπόλοιπο της ακολουθίας εδώ από τη σελίδα 30 έως 49.

H αναδημοσίευση του παραπάνω άρθρου ή μέρους του επιτρέπεται μόνο αν αναφέρεται ως πηγή το ORTHODOXIANEWSAGENCY.GR με ενεργό σύνδεσμο στην εν λόγω καταχώρηση.

google-news Ακολούθησε το ORTHODOXIANEWSAGENCY.gr στο Google News και μάθε πρώτος όλες τις ειδήσεις.

Διαδώστε:
Ροή Ειδήσεων