Αγιασμό για την έναρξη της συγκομιδής του ελαιοκάρπου ετέλεσε την Τετάρτη 14 Νοεμβρίου το πρωί ο Σεβασμιώτατος Μητροπολίτης Μάνης κ. Χρυσόστομος, ο οποίος μετέβη σε ελαιώνα στο χωριό Βαχός του Δήμου Ανατολικής Μάνης.
Κατά την ακολουθία ανεγνώσθη η κάτωθι ειδική ευχή για την έναρξη της συγκομιδής ελαιοκάρπου ποιηθείσα υπό του Σεβασμιωτάτου Μητροπολίτου μας:
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ ἐνανθρωπήσας Θεὸς ἡμῶν, ὁ ἐν τῷ κήπῳ τῶν ἐλαιῶν πρὸ τοῦ ἁγίου Σου πάθους θεὶς τὰ γόνατα καὶ προσευχὴν τῷ Πατρὶ ἀναπέμψας. Σὺ, ὁ προσελθών, ὡς ὁ καλὸς Σαμαρείτης, ἐγγὺς τῷ περιπεσόντι εἰς τοὺς ληστὰς καὶ καταδήσας τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον. Σὺ, ὁ ἀεὶ δεχόμενος ἐν τοῖς ναοῖς Σου ἔλαιον, τοῦ τελεῖν τὸ Ἱερὸν Εὐχέλαιον καὶ ἅπτειν τὰς κανδήλας εἰς συμβολισμὸν τοῦ θείου καὶ ἀπείρου ἐλέους Σου,
Αὐτὸς καὶ νῦν, Κύριε, ἡ πηγὴ τῶν ἀγαθῶν καὶ πάσης δωρεᾶς, ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου Σου ἐπὶ τοὺς ἐλαιῶνας τούτους καὶ εὐλόγησον τὴν ἔναρξιν τῆς συγκομιδῆς τοῦ ἐλαιοκάρπου καὶ τὴν ἐλαιοσυλλογὴν, ἐν τῷ σταδίῳ τούτῳ τῆς ὡριμότητος τοῦ καρποῦ. Ἐνίσχυσον τῇ θείᾳ Σου Χάριτι τοὺς ἐλαιοκαλλιεργητὰς, τοὺς συλλέκτας καὶ πάντας τοὺς ἐν τοῖς ἐλαιῶσι τούτοις καὶ ἐν τοῖς ἐλαιοτριβείοις ἐργαζομένους. Χάρισαι, Κύριε, ποικιλίαν ἐλαιῶν, τροφὴν ἄριστον τοῖς ἀνθρώποις, εὔγευστον καὶ δυναμωτικὴν τοῖς σώμασι, προσέτι δὲ καὶ ἔλαιον ἐκλεκτὸν ἀπὸ καρπῶν ἐλαίας ἀναθαλλούσης ἐκ γῆς καὶ ἐκ στερεᾶς πέτρας, τοῦ εὐφρανθῆναι πάντας καὶ εὐχαριστηρίους Σοι εὐχὰς ἀναπέμψαι.
Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Ἁγίῳ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.