Ορθόδοξες Προβολές
24 Δεκεμβρίου, 2023

Το Αποστολικό Ανάγνωσμα της Κυριακής προ της Χριστού Γεννήσεως

Διαδώστε:

Το Αποστολικό Ανάγνωσμα της Κυριακής προ της Χριστού Γεννήσεως 24-12-2023 (Ἑβρ. ια΄ 9-10, 32-40)

Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

 

Μετάφραση του Αποστολικού Αναγνώσματος

Ἀδελφοί, λόγω τῆς πίστεώς του ἐγκαταστάθηκε ὁ Ἀβραάμ προσωρινά στή γῆ τῆς ἐπαγγελίας σάν σέ ξένη γῆ, καί ἔζησε σέ σκηνές μαζί μέ τόν Ἰσαάκ καί τόν Ἰακώβ, πού ἦταν ἐπίσης κληρονόμοι τῆς ἴδιας ἐπαγγελίας· γιατί προσδοκοῦσε νά κατοικήσει μονί μως στήν πόλη πού ἔχει γερά θεμέλια, τῆς ὁποίας τεχνίτης καί δημιουργός εἶναι ὁ Θεός. Καί τί νά μνημονεύσω ἀκόμη; Πραγματικά, δέν θά μοῦ φθάσει ὁ χρόνος ἄν διηγηθῶ περί τοῦ Γεδεών καί τοῦ Βαράκ καί τοῦ Σαμψών καί τοῦ Ἰεφθάε, καί περί τοῦ Δαβίδ καί τοῦ Σαμουήλ καί τῶν (λοιπῶν) προφητῶν, οἱ ὁποῖοι μέ τήν πίστη κατέλυσαν βασίλεια, ἐπέδειξαν δικαιοσύνη, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, φίμωσαν τά στόματα λεόντων, ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν ἀπό τή σφαγή, θεραπεύθηκαν ἀπό ἀρρώστιες, ἀναδείχθηκαν ἰσχυροί στόν πόλεμο, ἔτρεψαν σέ φυγή τά στρατεύματα ἐχθρῶν· πολλές γυναῖκες πῆραν πίσω τούς νεκρούς τους, πού ἀναστήθηκαν· ἄλλοι βασανίστηκαν μέ τό τύμπανο μέχρι θανάτου, καί δέν δέχθηκαν τήν ἀπελευθέρωση, γιά νά πετύχουν τήν ἀνάσταση σέ καλύτερη ζωή· ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, καί ἀκόμη περισσότερα δεσμά καί φυλακίσεις· λιθοβολήθηκαν, πριονίστηκαν, ὑπέστησαν βασανιστήρια, θανατώθηκαν μέ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μέ δέρματα προβάτων, μέ δέρματα κατσικιῶν, ὑπέστησαν στερήσεις, θλίψεις, κακουχίες, –τέτοιων ἀνθρώπων δέν εἶναι ἄξιος ὁ κόσμος–, περιπλανώμενοι σέ ἐρήμους καί σέ βουνά καί σέ σπήλαια καί στίς τρύπες τῆς γῆς. Καί ὅλοι αὐτοί, μολονότι εἶχαν καλή μαρτυρία γιά τήν πίστη στόν Θεό λόγω τῆς πίστεώς τους, ἐντούτοις δέν πέτυχαν τήν ἐκπλήρωση τῆς ὑποσχέσεως (περί τῆς μέλλουσας ζωῆς), καθόσον ὁ Θεός εἶχε προβλέψει κάτι ἀνώτερο γιά ἐμᾶς, γιά νά μή σωθοῦν, δηλαδή, χωρίς ἐμᾶς.

(Ἀπό τή νέα ἔκδοση: Ἡ Καινή Διαθήκη, τό πρωτότυπο κείμενο μέ νεοελληνική ἀπόδοση τοῦ ὁμοτ. καθηγ. Χρ. Βούλγαρη, ἔκδ. ΑΠΟΣΤΟΛΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ)

Διαδώστε: