Ορθόδοξες Προβολές
25 Απριλίου, 2019

Τους εμπτυσμούς, τα ραπίσματα, τα κολαφίσματα, τις ύβρεις

Διαδώστε:

Τῇ ἁγία καὶ μεγάλη Παρασκευή, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἤλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι’ ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Ληστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῶ ὁμολογίαν.

Στίχοι εις την Σταύρωσιν

Ζῶν εἰ Θεὸς σύ, καὶ νεκρωθεὶς ἐν ξύλῳ, Ὦ νεκρὲ γυμνέ, καὶ Θεοῦ ζῶντος Λόγε.

Ἕτεροι εἰς τὸν εὐγνώμονα Ληστὴν.

Κεκλεισμένας ἤνοιξε τῆς Ἐδὲμ πύλας, Βαλῶν ὁ Ληστὴς κλείδα τό, Μνήσθητί μου. Τὴ ὑπερφυεῖ καὶ περὶ ἡμᾶς παναπείρω σου
εὐσπλαγχνία, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Διαδώστε: