Ο Πατριάρχης Μόσχας και Πασών των Ρωσιών κ.κ. Κύριλλος ευχήθηκε στον Μακαριώτατο Πατριάρχη Ιεροσολύμων κ.κ. Θεόφιλο Γ’ για τη συμπλήρωση 17 χρόνων από την ημέρα ενθρόνισης.
Αναλυτικά αναφέρει:
Τῷ Μακαριωτάτῳ Πατριάρχῃ τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ καὶ πάσης Παλαιστίνης κῳ κῳ Θεοφίλῳ Γ΄
Μακαριώτατε, ἀγαπητὲ ἐν Κυρίῳ Ἀδελφὲ καὶ Συλλειτουργὲ,
Ἐπὶ τῇ 17ῇ ἐπετείῳ τῆς ἐνθρονίσεως Ὑμῶν ὡς Πατριάρχης προσφέρω Ὑμῖν τὰς ὁλοθύμους μου συγχαρητηρίους προσρήσεις.
Ἐκ τοῦ Ἀρχιποίμενος Χριστοῦ λαβόντες τὸν κλῆρον τῆς Προκαθημενίας κατὰ τὴν διάρκειαν πολλῶν ἐτῶν ἐν σοφῷ λόγῳ καὶ ἱσχυρᾷ χειρὶ τοῦ Κυρίου συνεργοῦντος (Μκ. 16.20) ὁδηγεῖτε τὸ σκάφος τῆς Ἁγιωτάτης Ἐκκλησίας Ἱεροσολύμων εἰς τὸν εὔδιον λιμένα τῆς Βασιλείας τῶν Οὐρανῶν, ἐλπίζοντες ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. (Α’Τιμ. 4.10).
Ὁ Οἰκτίρμων Σωτὴρ χαρίζηται τῇ Ὑμετέρᾳ Μακαριότητι τὸ πλήρωμα τῶν ψυχικῶν τε καὶ σωματικῶν δυνάμεων, μακροημέρευσιν καὶ πλουσίαν Αὐτοῦ συναντίληψιν εἰς τὸ ὕψηλὸν καὶ ὑπεύθυνον πατριαρχικὸν ἔργον, καὶ τῷ ποιμνίῳ Ὑμῶν δώῃ εἰρήνην καὶ εὐημερίαν, φυλάσσων ἀπὸ συμφορῶν καὶ θλίψεων.
Μετὰ τῆς ἐν Χριστῷ φιλαδελφίας, διατελῶ.
† ὁ Μόσχας καὶ Πασῶν τῶν Ρωσσιῶν
Κύριλλος