Ευχή Λιτανείας Τιμίου Σταυρού
Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, Κύριε καὶ δυνάμει τοῦ θυρεοῦ τῆς πίστεως, καλέσας ἡμᾶς εἰς μετάνοιαν, εὐλόγησον τὴν ἐκκίνησιν τῆς λιτανείας, τῆς προόδου αὐτοῦ εἰς τὴν πόλιν ταύτην καὶ περιχαρακώσας αὐτήν, ὁ ποιμὴν ὁ καλός, περιφρούρησον τὴν λογικήν σου ποίμνην.
Ζήτησον ἡμᾶς ὡς τὸ ὀρειάλωτον πλανωμένους καὶ τοῖς ὤμοις ἀναλαβὼν συναρίθμησον ἐκ τῶν ὁδῶν, τῶν οἰκιῶν καὶ τῶν ἔργων ἡμῶν, εἰς τὴν Βασιλείαν σου, Κύριε. Λιτανεύοντες, ὁ λαός σου τὸ θεοτίμητον σύμβολον καὶ ἀκολουθοῦντες αὐτό, ὑποδεχόμενοι τὸ θεῖον τρόπαιον καὶ θεωροῦντες αὐτό, ὡς ὅπλον ἀπροσμάχητον ἐγκολπούμενοι ἐν ταῖς καρδίαις ἡμῶν καὶ προσκυνοῦντες αὐτὸ καὶ περιπτυσσόμενοι, θεῖον τε ἁγιασμὸν διώκοντες, ἐξ αὐτοῦ ἀρυσόμεθα.
Διό, Τίμιε Σταυρὲ καὶ παντευλόγητε, σῶζε καὶ φύλαττε τοὺς πίστει βοῶντάς σοι: ὦ ξύλον σεβάσμιον, ὕψωσον τοὺς λιτανεύοντας, κἂν τιμίους ἄρχοντας, κἂν βασίλειον ἱεράτευμα, φιλόχριστον στρατὸν καὶ περιούσιον λαόν.
Ἀσφάλισον τὴν πόλιν καὶ τὸ πατροπαράδοτον σέβας αὐτῆς, περιτείχησον τὰ ἱερά, τοὺς οἴκους καὶ τὴν θεοσέβειαν αὐτῶν, φρούρησον τὰς ὁδούς, τὰς ῥύμας καὶ τὰ
παντοῖα ἔθνη ἐν αὐτοῖς περιπολεύοντα.
Φρόνησον τοὺς ἀντιλέγοντας καὶ φώτισον ἡμᾶς, ἵνα ἐκ πάντων ἅπαντες τοῦ τανυσθέντος ἐν σοί, τὴν εἰκόνα καὶ τὴν ὁμοίωσιν μορφώσομεν ἐν ἑαυτοῖς, τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δόξα Χριστὲ Βασιλεῦ, ὁ σῶσας ἡμᾶς καὶ σώζων διὰ παντός, σῶσον τὸν λαόν σου καὶ
εὐλόγησον ἡμᾶς, τὴν κληρονομίαν σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.
Ειδική ευχή προς τον Τίμιο Σταυρό για την έναρξη της λιτανευτικής πορείας, κατά την εορτή της Προόδου του Τίμιου Σταυρού στην Ι. Μητρόπολη Αλεξανδρουπόλεως.
Πηγή: pemptousia.gr
H αναδημοσίευση του παραπάνω άρθρου ή μέρους του επιτρέπεται μόνο αν αναφέρεται ως πηγή το ORTHODOXIANEWSAGENCY.GR με ενεργό σύνδεσμο στην εν λόγω καταχώρηση.
Ακολούθησε το ORTHODOXIANEWSAGENCY.gr στο Google News και μάθε πρώτος όλες τις ειδήσεις.