Ο Απόστολος
Προς Κορινθίους Β΄ επιστολή Παύλου (ια΄21 – ιβ΄9)
Ἀδελφοί, κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. Ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; Κἀγώ· διάκονοι Χριστοῦ εἰσι; Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως,ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθημερὸν ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχάσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ρήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Aπόδοση στη νεοελληνική:
Ἀδελφοί, μὲ ἐντροπήν μου τὸ λέγω, σὰν νὰ ἐφανήκαμε ἐμεῖς ἀδύνατοι. Ἀλλὰ γιὰ ὅ,τιδήποτε πρᾶγμα καὶ ἂν τολμᾷ κανεὶς νὰ καυχηθῇ – ὁμιλῶ σὰν ἀνότηος – θὰ τολμήσω καὶ ἐγώ. Ἑβραῖοι εἶναι αὐτοί; Καὶ ἐγὼ εἶμαι. Ἰσραηλῖται εἶναι; Καὶ ἐγώ. Ἀπόγονοι τοῦ Ἀβραὰμ εἶναι; Καὶ ἐγώ. Ὑπηρέται τοῦ Χριστοῦ εἶναι; Μιλῶ σὰν παράφρων, ἐγὼ τοὺς ὑπηρετῶ· σὲ κόπους πολὺ περισσότερον, σὲ μαστιγώσεις σὲ μεγάλον βαθμόν, σὲ φυλακίσεις πολὺ περισσότερον, πολλὲς φορὲς ἐκινδύνευσα νὰ θανατωθῶ. Ἀπὸ τοὺς Ἰουδαίους πέντε φορὲς ὑπέστην σαράντα παρὰ μίαν μαστιγώσεις, τρεῖς φορὲς μὲ ἐρράβδισαν, μία φορὰ μὲ ἐλιθοβόλησαν, τρεῖς φορὲς ἐναυάγησα, ἕνα εἰκοσιτετράωρον παρασυρόμουν εἰς τὸ πέλαγος. Σὲ ὁδοιπορίες πολλὲς φορές, μὲ κινδύνους ἀπὸ ποταμούς, μὲ κινδύνους ἀπὸ ληστάς, κινδύνους ἀπὸ τοὺς ὁμοεθνεῖς μου, κινδύνους ἀπὸ τοὺς ἐθνικούς, κινδύνους εἰς τὴν πόλιν, κινδύνους εἰς ἔρημα μέρη, κινδύνους εἰς τὴν θάλασσαν, κινδύνους μεταξὺ ψευταδέλφων, μὲ κόπον καὶ μόχθον, πολλὲς φορὲς ἄϋπνος, μὲ πεῖναν καὶ δίψαν, πολλὲς φορὲς νηστικός, εἰς τὸ κρύο χωρὶς ἐπαρκῆ ἐνδύματα. Ἐκτὸς τῶν ἄλλων, ἡ καθημερινή μου πίεσις, ἡ μέριμνα δι’ ὅλας τὰς ἐκκλησίας. Ποιός ἀσθενεῖ καὶ δὲν ἀσθενῶ καὶ ἐγώ; Ποιός πέφτει καὶ ἐγὼ δὲν καίομαι; Ἐὰν πρέπει νὰ καυχηθῶ, θὰ καυχηθῶ διὰ πράγματα ποὺ δείχνουν τὴν ἀδυναμίαν μου. Ὁ Θεὸς καὶ Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ποὺ εἶναι εὐλογητὸς αἰωνίως, ξέρει ὅτι δὲν ψεύδομαι. Εἰς τὴν Δαμασκὸν ὁ ἐθνάρχης τοῦ βασιλέως Ἀρέτα ἐφρουροῦσε τὴν πόλιν τῆς Δαμασκοῦ, ἐπειδὴ ἤθελε νὰ μὲ πιάσῃ, ἀλλὰ μὲ κατέβασαν ἀπὸ ἕνα παράθυρο μέσα σὲ καλάθι, ἀπὸ τὸ τεῖχος, καὶ ξέφυγα ἀπὸ τὰ χέρια του. Τὸ νὰ καυχῶμαι λοιπὸν δὲν εἶναι συμφέρον μου, ἀλλὰ θὰ ἔλθω εἰς ὀπτασίας καὶ ἀποκαλύψεις τοῦ Κυρίου. Ξέρω ἕνα ἄνθρωπον χριστιανὸν ὁ ὁποῖος πρὸ δεκατεσσάρων ἐτῶν – εἴτε μὲ τὸ σῶμα, δὲν ξέρω, εἴτε ἐκτὸς τοῦ σώματος, δὲν ξέρω, ὁ Θεὸς ξέρει – ἁρπάχθηκε ἕως τὸν τρίτον οὐρανόν. Καὶ ξέρω ὅτι ὁ ἄνθρωπος ἐκεῖνος – εἴτε μὲ τὸ σῶμα εἴτε ἐκτὸς τοῦ σώματος δὲν ξέρω, ὁ Θεὸς ξέρει – ἁρπάχθηκε εἰς τὸν παράδεισον καὶ ἄκουσε ἀνέκφραστα λόγια τὰ ὁποῖα δὲν ἐπιτρέπεται νὰ ἐπαναλάβῃ ἄνθρωπος. Δι’ ἕνα τέτοιον ἄνθρωπον θὰ καυχηθῶ, διὰ τὸν ἑαυτόν μου ὅμως δὲν θὰ καυχηθῶ, παρὰ μόνον διὰ τὰς ἀδυναμίας μου. Ἀλλὰ καὶ ἐὰν θελήσω νὰ καυχηθῶ, δὲν θὰ εἶμαι ἀνόητος, διότι θὰ πῶ τὴν ἀλήθειαν, τὸ ἀποφεύγω ὅμως μήπως μὲ θεωρήσῃ κανεὶς ἀνώτερον ἀπὸ ὅ,τι βλέπει σ’ ἐμὲ ἢ ἀκούει ἀπὸ ἐμέ. Καὶ διὰ νὰ μὴ ὑπερηφανεύομαι διὰ τὰς πολλὰς ἀποκαλύψεις, μοῦ ἐδόθηκε ἕνα ἀγκάθι εἰς τὸ σῶμα, ἕνας ἄγγελος τοῦ Σατανᾶ, διὰ νὰ μὲ ραπίζῃ, διὰ νὰ μὴ ὑπερηφανεύομαι. Τρεῖς φορὲς παρεκάλεσα τὸν Κύριον γι’ αὐτό, διὰ νὰ φύγῃ ἀπὸ ἐμέ. Καὶ μοῦ εἶπε, «Σοῦ εἶναι ἀρκετὴ ἡ χάρις μου, διότι ἡ δύναμίς μου φανερώνεται τελεία ἐκεῖ ποὺ ὑπάρχει ἀδυναμία». Πολὺ εὐχαρίστως λοιπὸν θὰ καυχηθῶ μᾶλλον διὰ τὰς ἀδυναμίας μου, διὰ νὰ κατασκηνώσῃ εἰς ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Το Ευαγγέλιο Κατά Ματθαίον (ιστ’ 13-19)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. Λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι; Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦτοῦ ζῶντος. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃςἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
Απόδοση στη νεοελληνική:
Ὅταν ὁ Ἰησοῦς ἦλθε εἰς τὰ μέρη τῆς Καισαρείας τοῦ Φιλίππου, ἐρωτοῦσε τοὺς μαθητάς του, «Ποιὸς, λέγουν οἱ ἄνθρωποι, ὅτι εἶναι ὁ Υἱὸς τοῦ ἀνθρώπου;». Αὐτοὶ δὲ ἀπήντησαν, «Μερικοὶ λέγουν ὅτι εἶναι ὁ Ἰωάννης ὁ Βαπτιστής, ἄλλοι ὁ Ἠλίας, καὶ ἄλλοι ὁ Ἱερεμίας ἢ ἕνας ἀπὸ τοὺς προφῆτας». Λέγει εἰς αὐτούς, «Σεῖς, ποιὸς λέτε ὅτι εἶμαι;». Ὁ Σίμων Πέτρος ἀπεκρίθη, «Σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ ζωντανοῦ Θεοῦ». Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε, «Μακάριος εἶσαι, Σίμων υἱὲ τοῦ Ἰωνᾶ, διότι ἄνθρωπος δὲν σοῦ τὸ ἀπεκάλυψε αὐτό, ἀλλὰ ὁ Πατέρας μου ὁ οὐράνιος. Καὶ ἐγὼ σοῦ λέγω, Σὺ εἶσαι ὁ Πέτρος καὶ ἐπάνω εἰς τὴν πέτραν αὐτὴν θὰ οἰκοδομήσω τὴν ἐκκλησίαν μου καὶ αἱ πύλαι τοῦ Ἅδη δὲν θὰ τὴν καταβάλουν. Καὶ θὰ σοῦ δώσω τὰ κλειδιὰ τῆς βασιλείας τῶν οὐρανῶν καὶ ὅ,τι δέσῃς εἰς τὴν γῆν, θὰ εἶναι δεμένο εἰς τοὺς οὐρανούς. Καὶ ὅτι λύσῃς εἰς τὴν γῆν, θὰ εἶναι λυμένο εἰς τοὺς οὐρανοὺς».
Πηγή: www.profitisilias.gr